Add parallel Print Page Options

15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ [a]μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπεν· Φέρετέ μοι [b]ὧδε αὐτούς. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ [c]τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:15 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:18 ὧδε αὐτούς WH Treg NIV ] αὐτοὺς ὧδε RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14:19 τοῦ χόρτου WH Treg NIV ] τοὺς χόρτους RP